Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.120 Dem. 23.123 (English) >>Dem. 23.126

23.122ἆρά γʼ ὁρᾶτε καὶ καταμανθάνετʼ, ἄνδρες Ἀθηναῖοι, ἐφʼ ἑκάστου τούτων ἡλίκην ἂν ὠφληκότες ἦτε παράνοιαν, εἴ τι τοιοῦτον ἐτυγχάνετʼ ἐψηφισμένοι; ἔστι γὰρ οὐχ ὑγιαινόντων, οἶμαι, ἀνθρώπων, οὔθʼ ὅταν τινʼ ὑπειλήφωσι φίλον, οὕτω πιστεύειν ὥστε, ἂν ἀδικεῖν ἐπιχειρῇ, τὸ ἀμύνασθαι σφῶν αὐτῶν ἀφελέσθαι, οὔθʼ ὅταν ἐχθρόν τινʼ ἡγῶνται, οὕτως αὖ μισεῖν ὥστε, ἂν παυσάμενος βούληται φίλος εἶναι, τὸ ποιεῖν ἐξεῖναι ταῦτα κωλῦσαι· ἀλλʼ ἄχρι τούτου καὶ φιλεῖν, οἶμαι, χρὴ καὶ μισεῖν, μηδετέρου τὸν καιρὸν ὑπερβάλλοντας.

23.123οὐ τοίνυν ἔγωγʼ οὐδʼ ἐκεῖνʼ ἰδεῖν δύναμαι, ὡς οὐχὶ πάντες ἄνθρωποι τούτων ἀξιώσουσι τυχεῖν, ὅσοις πέρ ἐστι καὶ ἡτισοῦν εὐεργεσίας πρόφασις πρὸς ὑμᾶς, εἰ Χαριδήμῳ δώσετε, οἷον, εἰ βούλεσθε, Σίμων, Βιάνωρ, Ἀθηνόδωρος, ἄλλοι μυρίοι. εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες· εἰ δὲ τῷ μέν, τοῖς δʼ οὔ, δικαίως ἐγκαλοῦσιν οἱ μὴ τυχόντες. 23.124φέρʼ, ἐὰν δὲ δὴ καὶ Μενέστρατος ἡμᾶς Ἐρετριεὺς ἀξιοῖ ταὐτὰ καὶ αὑτῷ ψηφίσασθαι, Φάυλλος Φωκεὺς τις ἄλλος δυνάστης (πολλοῖς δὲ δήπου διὰ καιρούς τινας πολλάκις φίλοι γιγνόμεθα), πότερον ψηφιούμεθα πᾶσιν οὔ; ψηφιούμεθα νὴ Δία. καὶ τί φήσομεν, ἄνδρες Ἀθηναῖοι, καλόν, εἰ τῶν Ἑλλήνων ἐπʼ ἐλευθερίᾳ προεστάναι φάσκοντες τοὺς ἰδίᾳ δυνάμεις ἐπὶ τοῖς πλήθεσι κεκτημένους δορυφοροῦντες φανούμεθα;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.120 Dem. 23.123 (English) >>Dem. 23.126

Powered by PhiloLogic